Ἅγιος Γρηγόριος ὁ Θεολόγος: Θεολογικός Γ', Περὶ Υἱοῦ. (Λόγος κθ΄)
17 Απριλίου 2024
Ἃ μὲν οὖν εἴποι τις ἂν ἐπικόπτων τὴν περὶ τὸν λόγον αὐτῶν ἑτοιμότητα καὶ ταχύτητα, καὶ τὸ τοῦ τάχους ἐπισφαλὲς ἐν πᾶσι μὲν πράγμασι, μάλιστα δὲ ἐν τοῖς περὶ θεοῦ λόγοις, ταῦτά ἐστιν. ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα· ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς...

