Ἅγιος Γρηγόριος ὁ Θεολόγος: Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας. (Λόγος λδ΄)
22 Μάι 2024
Τοὺς ἀπ᾿ Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς·

