Ἅγιος Γρηγόριος ὁ Θεολόγος: Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ μεγάλου Βασιλείου ἀδελφόν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν (Λόγος ια΄)
13 Δεκεμβρίου 2023
1. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον.

